Ancient Greek · Dactylic hexameter
Poem 6367
Byzantine Book Epigrams, Book Epigrams: Acrostics 6367
Not analysed yet
Λύρης θειοκρότου μελιηδέος εὔλαλος ἠχὼ
Ἱμερόεν κελαδοῦσα βροτοκτόνα πήματα λύει,
Βριαρὰ δαιμονίων ψυχοφθόρα φῦλα διώκει.
Ἄχθει μοχθίζοντας ὀλεθροτόκων μελεδώνων,
Νοῦν τε βυθιζομένους πολυπλανέος ἄλγεσι κόσμου
Ἰᾶται βίβλος ἧδε, θεόπνοον ᾆσμα προφήτου.
Οὐρανίων ἀρετῶν διδάσκαλος ἔπλετο Δαυὶδ
Σωφρονέοντι νόῳ θεοτερπέα ὕμνον ἀείσας.