Ancient Greek
Poem 3005
Byzantine Book Epigrams, Book Epigrams: Dates 3005
Not analysed yet
ἡ χεὶρ τὸ γράμμα νοῦς τ᾽ ἐφέλκει τοὺς λόγους
τὸ πνεῦμα δ᾽ αὖθις συμπαρέσχεν τὴν σχέσιν
τοὺς τρεῖς δακτύλους ὡς τοῦ γράφειν ἔπαυσα
πέπαυμαι καὶ νῦν τοῦ γράφειν τὴν βίβλον ταύτην
φεβρουαρίῳ μηνὶ εἰς τὴν δευτέραν βάσιν
ἔτος δ᾽ ὑπῆρχεν, τὰς χιλιάδας φέρον
αὐτὰς μόνας ἕξ, ἅμα ἐξακοσίων
τέσσαρας καὶ δέκα σὺν τῇ ἰνδίκτῳ ἅμα
εἰ ἦτε πάντες ὦ φίλοι μεμνημένοι
ὡς ἀναξίῳ, ἐμοί τε γράψαντι
παπὰς Νικόλας ὁ καὶ πάνυ χθαμαλῷ
μονῆς καλλίστης τῆς τοῦ Ἀρχιστρατήγου.