Ancient Greek
Poem 3221
Byzantine Book Epigrams, Book Epigrams: Dates 3221
Not analysed yet
Ἀβράμοιο παῖς γράφεν τήνδε βίβλον ἑῇ χειρὶ,
ἣ τέρμα εἴληφεν αἰῶνος ἐφ᾽ ἑβδομάτοιο
ἀριθμοῖο δέοντος ἐτῶν δέκα καὶ ἑκατόν γε,
λῆξιν λαβεῖν μερόπων ἅπαν φύλον ὂν ἐπὶ γαίης·
ἣ πυκνὰς ἀμφιδρόμους ἕλικας μαστεύουσα πλανητῶν
μυθέεται μερόπεσσιν ἀψευδῆ ἔπεα πάντα,
ἠδὲ καλά τε φαῦλ᾽ ὅσα τοῖσδε πρόκειται πρὸς θεοῖο
ἀθανάτοιο ἑζομένου εὐρὺν ἐς οὐρανὸν αἰεὶ·
ἧς ἔπεα μελιηδέα χρυσοῖο πολλοῦ κρείττω
ὧν τε διὰ μερόπων ποθέοντες κλεινοὶ δείκνυνται.