Ancient Greek
Poem 36300
Byzantine Book Epigrams, Book Epigrams: Dates 36300
Not analysed yet
Ἡ βίβλος αὕτη δευτέρᾳ σχοῦσα τέλος
δέδωκεν ἡμῖν ἐλαφρῖναι τοῦ πόνου
εἰς τάς δύο δὲ μηνὸς τοῦ φλεβαρίου,
ἰνδικτιῶνος δωδεκάτης ἐούσης.
Λέων γὰρ ὁ γράψας τε τὴν βίβλον ταύτην,
Κρήτηθεν ἐν Μεσσήνῃ τε γέγραφε νὶν.
Οἱ ἀναγινώσκοντες εὔχεσθε πάντες,
ἐτῶν δὲ τρεχουσῶν, ἐν οἷς ἐγράφη,
ἑπτὰ χιλιάδων τε καὶ τριῶν ἔτι.
Δόξα τῷ παρέχοντι ἀρχὴν καὶ τέρμα.