Ancient Greek
Poem 4013
Byzantine Book Epigrams, Book Epigrams: Dates 4013
Not analysed yet
Βίβλος μὲν εἰμὶ μουσικῶν μελισμάτων
ἐκ πλείστων συλλεγεῖσα καὶ συντεθεῖσα
χειρὶ δεξιᾷ καὶ γνώμῃ φιλαρέτῳ,
τοῖς σὺν φόβῳ ψάλλουσι καὶ γλιχομένοις,
ἄπλετον εὑρεῖν λύσιν ἀμπλακημάτων.
Ἢν γοῦν καὶ τὸν γραφέα ζητεῖς, ὦ φίλος·
Ἰωσὴφ οὗτος μοναχός τε καὶ θύτης
ἐν Ματράχοις γράψας με καὶ ὀργανώσας
ἔτους τρέχοντος τῇ ἕκτῃ χιλιάδι
ὀκτάκις ἑκατόν, σὺν δεκαπλῇ ὀκτάδι
καὶ τέσσαρα συνάμα δε, Θεῷ χάρις.