Ancient Greek
Poem 4926
Byzantine Book Epigrams, Book Epigrams: Dates 4926
Not analysed yet
Ἀπολαβοῦσα τοῦ ξύσαι αὑτ᾽ ἡ βίβλος
πόσου τε καὶ ποίου δῆλον μηνὸς οὖσα·
ἐτοῦντος ἀπό κτήσεως κόσμου ἔτους
ἐν τοῖς χιλίοις τοῖς ἑκατὸν ἐξάκις
τῇ τρὶς δέκαδος ἅμα ἐννάτη ῥίθμου
καὶ τῆς ἰνδίκτου ἐννάτης ἱσταμένης,
ἀπριλλίου φῶ τετράδι καὶ δεκάδι,
ὥρα δὲ πρώτη τῆς τρίτης μὲν ἡμέρας·
χειρὶ ξυσθεῖσα τοῦ ἐπταικότος πάνυ
Νικηφόρου τε καὶ τάξει ζακόρου,
αἰτὴν αἰτοῦντος τυχόντων ἐν ταύτῃ ὅσων
εὐχὴν δὲ δρᾶν περ εὐμενεῖσθαί τε τὸ θεῖον,
ὅπως λύσιν λάβειεν τῶν πολλῶν ἐγκλημάτων.