Ancient Greek
Poem 5252
Byzantine Book Epigrams, Book Epigrams: Dates 5252
Not analysed yet
Ξυσθεῖσα λυκάβαντος ἐν δὲ χιλίοις,
τετρακοσίοις καὶ ἑξήκοντά γε
ἐντυγχανούσης τοῦ Χριστοῦ καὶ Θεοῦ μου,
μηνὶ Μαΐῳ τε ἐτύγχανεν τετάρτῃ,
ἐν Κυριακῇ, φίλτατε, ὥρᾳ ἕκτῃ,
καὶ διὰ χειρὸς ἐμοῦ τοῦ ἀβελτέρου
Παύλου εὐτελοῦς, τάχα καὶ ἀναγνώστου,
τὸ ἐπίκλην υἱὸς Φωστηνιάτου·
ἔτος τοῦ Ἀδὰμ ἑξὰς τῆς χιλιοντάδος
καὶ ἐννεακοσιοστοῦ ἑξηκοστοῦ ὁγδόου,
ἡλίου κύκλος εἰκοστὸς καὶ τέταρτος, ὦ φίλε,
ἦν καὶ τετρακαιδέκατος ὁ κύκλος τῆς σελήνης.