Ancient Greek
Poem 6072
Byzantine Book Epigrams, Book Epigrams: Dates 6072
Not analysed yet
Γρηγορίου πόνημα τοῦ θεολόγου,
αὕτη ἡ βίβλος θεολογίαν ἔχει·
ὅπερ ὤνησεν Μελέτιος πιμιν-. .
τῆς μονῆς τε ἁγίου Νικολάου
Καλαμιτζίων, οὕτως τὴν κλῆσιν ἔχων,
καὶ ἐκατεσκεύασεν Νεόφυτος ὁ νέος
ἀρχιμανδρίτης μονῆς Καλαμιτζίων,
οὗ τὴν κλῆσιν ἔχοντος τοῦ Φιλοκάμνου,
διὰ χειρὸς ταπεινοῦ Νεοφύτου τε,
κλῆσιν γὰρ ἔχων Σπανοῦ τοῦ λεγομένου,
ἱερομονάχου καὶ ἀναξίου θύτη,
τοῦ καὶ ῥάψαντος τριμαλιᾶς ῥαφίδος.
Ἔτος παρατρέχοντος ἓξ τῶν χιλιοντάδων
πρὸς τοῖς ἑκατὸν ἑπτακουσίων ἔχων
ἑβδομήκοντα καὶ ἕνα ἅπερ στήκει,
ἰνδικτιῶνος ὡσαύτως πρώτης ἔχων,
ἡλίου σελήνης τε ἕνδεκα κύκλους,
τὸν δεκέμβριον μῆνα κατεσκευάσθη.
Οἱ ἀναπτύξαντες, καλῶς θεωρῶντες,
λύσιν τῷ ὠνήσαντι καὶ τῷ ἀνακαινοῦντι
καὶ τοῦ συρράψαντος μετὰ μικρᾶς ῥαφίδος,
τοῦ εὑρεῖν τὴν ἄνεσιν ἐν ἡμέρᾳ τῆς δίκης
ὡς συλλαχοῦσιν τοῖς δεξιοῖς προβάτοις.
Ἀμὴν γένοιτο, κύριε, τοῖς σοῖς δοῦλοις.