Ancient Greek
Poem 6829
Byzantine Book Epigrams, Book Epigrams: Dates 6829
Not analysed yet
Τέρμ' ἴδ' ἔλαβε μόγῳ ῥα ἀγάκλυτος ἥδ' Ὀδύσσεια
βίβλος γ', ἥντινα γέγραφε Παλαγᾶνος χέρ' ἰδίῃ,
ὅς ῥα μάλ' ἀσκηθεὶς ᾗ πατρίδι γαίᾳ Ἱδρούσῃ
Μουσάων γόνος εὐφραδέως τελέθων ἐνέφηνε·
διστρισχίλι' ἐτάων προθεόντων ἑπτακοσίων,
εἰνάτῳ ἐπὶ τοῖσδέ γ' ἔτει συνέποντί νυ μᾶλλον,
μηνὶ ἂρ αὐγούστῳ, ἰνδικτιόνι τε τετάρτῃ.