Ancient Greek
Poem 2330
Byzantine Book Epigrams, Book Epigrams: Death 2330
Not analysed yet
Ὁ Λάζαρος τέθνηκε φύσεως νόμῳ,
τοῦτον δὲ Χριστὸς ἐξανιστᾷ τοῦ τάφου,
ἄψυχον ὄντα καὶ νέκυν ὀδωδότα·
ἀλλ' αὐτὸς οὗτος, ὁ ζωῆς χορηγέτης,
ζωῆς ὁ κρατῶν καὶ θανάτου δεσπόζων,
ὁ καὶ θανατῶν, ζωοποιῶν τε ξένως,
ὑμᾶς ἀναστήσειε προσφιλῆ τέκνα
τῆς ἀμαθίας, ὥσπερ νεκροὺς ἐκ τάφου.