Ancient Greek
Poem 3147
Byzantine Book Epigrams, Book Epigrams: Death 3147
Not analysed yet
Εἰπὲ ποῦ ἡ χθὲς ἔβη, ἡ δ’ αὔριον εἰπὲ ποῦ ἐστιν;
εἰπὲ δ’ ὅθεν προέβης καὶ ποῦ ὁδοιπορέεις;
καὶ τί μέγα ζώειν σε τὸν αὐτίκα νεκρὸν ἐόντα;
ὁ χρόνος ἀστατέει, φύλλῳ ἔοικε φύσις·
γαῖα, βροτὸς καὶ ὕδωρ, τὰ ἀπ’ αὐτόφιν εἰς τάδε δύνει,
ὥστε μάτην ὁ βίος καὶ ὅσα τις πονέει.