Ancient Greek
Poem 33567
Byzantine Book Epigrams, Book Epigrams: Death 33567
Not analysed yet
Ὁ τοὺς σοφούς σου μαθητὰς ἐκπαιδεύσας
διὰ πνεύματος τοῦ σοὶ ὁμοουσίου
τῇ εὐδοκίᾳ πατρὸς τοῦ προανάρχου
τὰ σεβάσμια ἐκλαλῆσαί σου ἔπη
καὶ τὰ θαύματα δι' ὧν εἰς σωτηρίαν
ἤγαγες τοὺς ἅπαντας βρωτοὺς, σωτήρ μου,
φώτισον καὶ σόφισον τούτων πρεσβείαις
τὸν ὑφάναντα τοῦτο τὸ θεῖον . . .
καὶ πανάγιον εὐαγγέλιον γνῶναι
αἰσθήσει ψυχῆς τὰ ἐν αὐτῷ γραφέντα
δρᾶσαί τε πάντα ἀνελλιπῶς τὰ θεία,
ἵν' ὅταν ἥξεις ἀπονεῖμαι ἑκάστῳ
κατὰ τὰ ἔργα τῶν ἀνθρώπων, εὑρήσω
κἀγὼ ἵλεων τὸ ἄπλαστόν σου κράτος
καὶ μὴ ἐκπεμφθῶ εἰς γεέννης τοὺς τόπους,
οὓς ἡτοίμασα ἐμαυτῷ ὡς ἀφρόνως
πάντα τὸν βίον τὸν ἐμὸν ἐκτελέσας,
ἀλλὰ μεθέξω κἀγὼ τῆς σῳζομένων
μερίδος, ἧσπερ μέτοχοι γενηθῶσιν
οἱ σοὶ καθαρῶς λατρεύσαντες ἐν πίστει·
ἄκουσον λιτῆς τλήμονος Κυριακοῦ.