Ancient Greek
Poem 34656
Byzantine Book Epigrams, Book Epigrams: Death 34656
Not analysed yet
Ἔκφευγε γάμους Σεμιράμιδος, ξένε,
καὶ γὰρ γεννῶσι τοῖς μετασχοῦσι φόνον.
Ὄλοιτο γυνὴ καὶ γάμος ἐκ τοῦ βίου,
ἄνπερ γεννῶσι τῷ μετασχόντι φόνον.
Ἂν ἡδύνωσι, Σεμίραμις, οἱ γάμοι,
κτείνεις ἵνα τί τοὺς καλλίστους νυμφίους;
Ἂν παραπικραίνωσι, λίπε τοὺς γάμους
καὶ τῶν νέων οἴκτειρον ἀγαθὴν θέαν.