Ancient Greek
Poem 4529
Byzantine Book Epigrams, Book Epigrams: Death 4529
Not analysed yet
Βωμὸν Ἀριστοτέλης ἐνιδρύσατο τόνδε Πλάτωνος,
ἀνδρός, ὃν οὐδ’ αἰνεῖν τοῖσι κακοῖσι θέμις
ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς,
οἰκείῳ τε βίῳ καὶ μεθόδοισι λόγων,
ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίγνεται ἀνήρ,
οὐ νῦν δ' ἔστι λαβεῖν οὐδενὶ ταῦτά ποτε.