Ancient Greek
Poem 4616
Byzantine Book Epigrams, Book Epigrams: Death 4616
Not analysed yet
Ἄλλοι μὲν ἄλλους τῶν πάλαι βασιλέων,
αὑτοῖς προαφώρισαν εἰς ταφὴν τόπους·
ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος,
ἵστημι τύμβον ἐν τόπῳ γῆς Ἑβδόμου
καὶ σαββατίζο τῶν ἀμετρήτων πόνων
οὓς ἐν μάχαις ἔστεργον, οὓς ἐκαρτέρουν.
οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ,
ἀφ' οὗ βασιλεὺς οὐρανῶν κέκληκέ με
αὐτοκράτορα γῆς μέγα βασιλέα,
ἀλλ' ἀγρυπνὸν ἅπαντα τὸν ζωῆς χρόνον
Ῥώμης τὰ τέκνα τοῖς νέας ἐρυόμην
ὁτὲ στρατεύων ἀνδρικῶς πρὸς ἑσπέραν,
ὁτὲ πρὸς αὐτοὺς τοὺς ὅρους τοὺς τῆς ἕω.
καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι,
συν οἷς Ἀβασγός, Ἰμαήλ, Ἄραψ, Ἴβηρ.
καὶ νῦν ὁρῶν, ἄνθρωπε, τόνδε τὸν τάφον
εὐχαῖς ἀμείβου τὰς ἐμὰς στρατηγίας.