Ancient Greek
Poem 4672
Byzantine Book Epigrams, Book Epigrams: Death 4672
Not analysed yet
Πλουτοδοτῆρος Γεώργιε παῖ σοφίης ἐρατεινέ
κόσμε τε κυδαλίμοιο φίλης σέο πατρίδος αἴης.
χάρμα τε δόξα τε πουλυπαθῶν γονέων φιλοπαίδων.
Μεῖο τε πηγῆς ἀντλήσας πολυήρατον χεῦμα.
χᾶιρ' ἀρδευτὰ μακάρτατε ἠλυσίου λειμῶνος.
λίσσεο καὶ ἡμέας μετὰ σεῖό γε πάντας ἐσεῖσθαι:-