Ancient Greek
Poem 5772
Byzantine Book Epigrams, Book Epigrams: Death 5772
Not analysed yet
Ὅστις γὰρ οὐκ εἴωθεν γεύεσθαι κακῶν
φέρει μέν, ἀλγεῖ δ’ αὐχέν’ ἐντιθεὶς ζυγῷ.
Θανὼν δ’ ἂν εἴην μάλλον εὐτυχέστερος
ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος·
κἀγὼ γὰρ ἦν ποτ’ ἀλλὰ νῦν οὐκέτ’ εἰμί,
τὸν πάντα δ’ ὄλβον ἦμαρ ἓν μ’ ἀφείλετο.