Ancient Greek
Poem 7210
Byzantine Book Epigrams, Book Epigrams: Death 7210
Not analysed yet
Χειμάζων γὰρ ἡμᾶς ὁ κλύδων τοῦ βίου
πρὸς πέλαγος ἐτάραξεν φθοροπόντῳ·
ξενόβρυχον ἀβρεχὲς κρουστικὸν κῦμα
ἄθορον ἄπλευστον παρέμφοβον λίαν
σαρκόσκαφα πλοῖα κακῶς πελαγίζει
πνιγοβυθῆ θυμονεκρῆ βροτοπάσιν·
ἀφνόδραστος κλεπταφανῶς ἀφανίζων
ψυχὰς αἴρει κρεοχόα καταθάπτει,
ὦ μάνα, πικρὸς θάνατος τῶν ἀνθρώπων
ῥομφαιόστιλβον κατέχων ὀξυτάτην·
ἱκέτης ἔχειν δρασοφυγὴν ἐκ τούτου
ὡς καὶ ἀγριοθήρως πρὸς ἡμᾶς ᾖξε·
πατρομητροτέκνοις εὑρὼν συνηγμένοις·
ἡμᾶς κατέψυξεν ὡς καυστικὸς δράκων
βρομοφαγῶν τὰ σκέλη ἡ γῆ ὡς χόα
ψυχαὶ παρίστησι θρόνῳ τοῦ Δεσπότου
τραχηλιόγυμναι δακρύφοβαι τρόμῳ·
ὧν οὐδεὶς βοηθῶν ἡμᾶς ἁμαρτῶντας
καὶ σὲ Παρθένε ἄνασσα Θεοῦ μῆτερ·
δακρυροὰ προσκυνήσει τολμᾶν φέρειν
σῶσον Παναγία ψυχὰς ἐπταισμένας·
ἔχεις τὸ συμπαθὲς ὡς τοῦ Θεοῦ μήτηρ·
πάντας σώζεις εἰς Κύριον τὸν υἱόν σου
καὶ βοᾶν πιστῶς ὦ ἁγνὴ μὴ παρίδῃς·
ὦ ἐλπὶς σωτήριος εὐμενῶς βλέψον·
ὦ δέσποινα ἐλέου σου ἡμᾶς σῶσον.