Ancient Greek
Poem 2108
Byzantine Book Epigrams, Book Epigrams: Dedications 2108
Not analysed yet
Τῷ δεσπότῃ μοῦ καὶ σοφῷ στεφηφόρῳ
Λέοντι, τῷ κρατοῦντι πάντων ἐν λόγοις,
Θεύγνωστος εὖγνωστός τις ὡς ὢν οἰκέτης,
δῶρον φέρω κάλλιστον αὐτῷ καὶ φίλον
ἐμοὶ πονηθὲν ἐκβολῆς παλαιτάτης.
Ὃ καὶ λαβὼν φάνηθι κἀμοὶ συντόμως
λιμὴν ἄκλυστος, ἀρραγεστάτη σκέπη.