Ancient Greek
Poem 3003
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3003
Not analysed yet
Τὴν σὴν μὲν αὐτὸς ἐντολὴν καθὼς δέον
πληρεστάτην ἔδειξα, τίμιε πάτερ
ταύτην ἀκαρῆ τυγχάνουσαν ἐκτόπως
δεῖγμα δ᾽ ἀγάπης καθαρᾶς κεκτημένην
τοίνυν κἀγώ σε μνημονεύειν μου θέλω
τοῦ σοῦ ταπεινοῦ μοναχοῦ Γρηγορίου
ἡνίκα σαυτὸν τῶι Θεῶι παριστάνεις
καὶ προλαλῆς δέησιν αὐτῶι γνησίως
ἀρχὴ μοναχῶν Θεὀδώσιε πάτερ