Ancient Greek · Iambic trimeter
Poem 3457
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3457
Not analysed yet
Τὰς Ὀππιανοῦ τῆς κυνηγίας βίβλους
ἐκ τῆς σκοτεινῆς τοῦ μέτρου δυσφωνίας
εἰς πεζὸν εἶδος τοῦ λόγου μεθαρμόσας
προὔθηκά σοι, μέγιστε Καῖσαρ, ἐνθάδε
θηρατικῆς μάθημα πάγκαλον τέχνης.
Ἐντυγχάνων οὖν εὐκόπως τῷ βιβλίῳ
καὶ τὴν ἀπ᾽ αὐτοῦ συλλέγων εὐκαρπίαν
πονῶν με πεῖθε μὴ κατοκνεῖν εἰς πόνους.