Ancient Greek · Dactylic hexameter
Poem 3799
Byzantine Book Epigrams, Book Epigrams: Dedications 3799
Not analysed yet
Σὺ δ' ἱερὴ κεφαλὴ Νικηφόρε, λάζεο ταῦτα·
Τζέτζῃ Πιερίδων ὑποφήτορι τά ποτε Μοῖσα
ἀντομένη πόρσυνεν ἀφ' ὑψιλόφου Ἑλικῶνος.
Ἴαχε γὰρ μέγα οἱ, ὃς δ' ἔκλυεν αὐτίκα Μούσης·
"Μοισάων ὑποφῆτορ, ἀγήνορα κάλλιπε μῦθον,
ἀκρολόφους σκοπιάς τε καὶ ἄκριας ἠνεμοέσσας.
Ἐν χθαμαλοῖς προπόδεσσι παρ' ἐσχατίην ὑπὸ βῆσσαν,
ἔρχεο καὶ, πεδανῆς ἀπὸ ἄνθε' ἀμέργεο ποιῆς."
Ὡς ἡ μὲν προσέειπεν· ὁ δ' ἀυτίκα τάμνετο ποιάς
καὶ στεφάνους ποίησε· τεῒν δ' ἀνεθήκατο δῶρα.