Ancient Greek
Poem 4291
Byzantine Book Epigrams, Book Epigrams: Dedications 4291
Not analysed yet
Ἀνὴρ πονηρὸς ὡς οὐδεὶς τῶν ἀνθρώπων,
ἐκ προσενέξεως δὲ τοῦ Σολομῶντος·
ἀνὴρ θαυμαστὸς καὶ ἐλεήμων πάνυ,
φιλόπονος ὁμοῦ καὶ ἀγαθὸς τῷ τρόπῳ·
ὧν ὁ μεν …κε τῇ ἐπωνύμῳ
Μηνᾶς ἀναγνώστης καὶ ἁπλοῦς τῷ τρόπῳ,
θάτερα δὲ ἔνι κόλαις χλη…ειτε.
Τούτοις εὔχομαι ψυχῆς τε τὴν ὑγείαν,
ὁμοίως καὶ τοῦ σώματος τὴν εὐεξίαν,
κατὰ πάντα δὲ τῆς μελλούσης τρυφῆς τε
τὴν ἀίδιόν τε καὶ τὴν μακαρίαν,
οὐδέποτε ἔχουσαν ποτὲ τὸ τέλος.