Ancient Greek · Iambic trimeter
Poem 4943
Byzantine Book Epigrams, Book Epigrams: Dedications 4943
Not analysed yet
Ἱδρῶτας ὧδε καὶ πόνους καὶ σκάμματα,
πόνους μοναστῶν, μαρτύρων ἀγωνίας
πόθος συνάψας εὐσεβοῦς Κωνσταντίνου
κάλλει λόγου μίξας τε πραγμάτων χάριν,
πανδαισίαν τέθεικεν οὐ κενουμένην.
Πρόσελθε καὶ τρύφησον, οὐδείς σοι φθόνος·
τῶν μαρτύρων θαύμαζε τὴν εὐτυχίαν,
μονοτρόπων ζήλωσον εὐελπιστίαν·
πλούτησον αὐτούς, σπεῦσον ἀγρύπνους ἔχειν
φρουροὺς βοηθούς, σὸν κυβερνῶντας βίον.
Τοῦτο σκοπὸς γὰρ τῷ γραφεῖ τοῦ βιβλίου,
ψυχῆς τι κέρδος τοῖς κεχρημένοις φέρειν.