Ancient Greek
Poem 6192
Byzantine Book Epigrams, Book Epigrams: Dedications 6192
Not analysed yet
Καὶ ταῦτα μὲν ἔγραψα, τῶν Μουσῶν γόνε,
Ἀνδρέα δὴ καύχημα τῶν λογεμπόρων.
Σιλὼμ δ’ Ἀζαρίας τε τῷ καταλόγῳ
οὐκ ἂν πέφυκε τῶν προφητῶν οὐδ’ ὅλως·
ἀλλ’ οὖν Ζαχαρίαν μὲν ἀντ’ Ἀζαρίου
Σιλὼμ τὸν Ἀχιᾶν τε πρόσχες, σοὶ γράφω.