Ancient Greek
Poem 5369
Byzantine Book Epigrams, Book Epigrams: Doxologies 5369
Not analysed yet
Δόξα τῷ Θεῷ δόντι καὶ ἀρχὴν καὶ τέλος·
ὅστις καὶ τέλος εἴληφεν ἡ θεία ταύτη δέλτος,
ὑπόθεσιν ἔχουσα πασῶν τῶν ἐπιστήμων
καὶ διερμηνεύουσα τὰς γλώσσας κατὰ γένος
ἐκ γραμματικῆς φιλοσόφων ῥητόρων.
Βίβλων ἁπασῶν ἑρμηνευτὴς ὑπάρχων
ἀνθ’ ὧν, βροτουργὲ παντάναξ κοσμεργάτα,
σωτηρίαν παράσχε τῷ κτησαμένῳ
καὶ τὴν λύσιν δώρησον τῶν ἁμαρτάδων,
ὑπάρχοντα φύλαττε παναλκὴ δυναστεία
ἐχθροῦ πονηροῦ Σατᾶν τοῦ μισοκάλου
καὶ τὰ διαβήματα εὔθυνον τούτου,
ὅπως παραμένει ἐν τῷδε τῷ βίῳ.
Ἐκεῖσε δ’ αὖθις τὴν ἐδὲμ δίδου, σῶτερ.
Εὔχεσθαι τῷ γράψαντι οἱ ἐντυχόντες
τῇ βίβλῳ ἐκ πόθου δὲ ἀναγινώσκειν,
σφαλμάτων ὧν εὕρηται ἐκ χωρικίας,
μὴ ἀρὰν εἰσφέρεται τῷ ἐλαχίστῳ
Ἰωάννῃ γράψαντι τῷ Καλοειδᾷ.