Ancient Greek
Poem 6208
Byzantine Book Epigrams, Book Epigrams: Doxologies 6208
Not analysed yet
Βεσελεὴλ μὲν ἀρχιτέκτων ἦν πάλαι
σκηνῆς ἐκείνης τῷ Μωσεῖ τυπουμένης,
τὸ πνεῦμα πάντως ἀρχιτεκτονοῦν ἔχων·
σὺ δ’, ὦ θεωρὲ τῶν νόοις νοουμένων,
σκηνὴν διασχὼν τὴν κάτω τὰ τῆς ἄνω
σαφῶς διετράνωσας· ὢ ξένου λόγου·
πῶς φθαρτὸς ἦσθα καὶ Θεῷ συνῆς ὅλως
ὀφθεὶς πυραυγὴς τοῦ κλιβάνου τὸν τρόπον
λάμποντος ἄκρως ἐκ πυρὸς μετουσίας
ὕλης καείσης; τοῦτο σὸς λόγος, πάτερ.
Δόξα τῷ Θεῷ πάντων ἕνεκα· ἀμήν.