Ancient Greek
Poem 6397
Byzantine Book Epigrams, Book Epigrams: Doxologies 6397
Not analysed yet
Ἔργον ποθήσας προσφιλὲς τῷ δεσπότῃ
ἔσπευσα νῦν κτήσασθαι τοῦτο σὺν τόνῳ,
Ψαλτήριον, το θαῦμα τῶν λογογράφων,
λάλημα και καύχημα των μονοτρόπων,
δόξαν προφητῶν, μαρτύρων, ἀποστόλων
εὐχῆς τε πάσης, πρόξενον σωτηρίας,
τῶν ἀγγέλλων ὕψωμα πρὸς Θεοῦ θρόνον,
τῶν δαιμόνων κάθειρξιν εἰς ᾅδου ζόφον,
μειοῦν κακίαν, ἀρετὴν δ' ἐπαυξάνον,
ῥαθυμίαν διῶκον ὡς προθυμίαν,
καλῶν ἁπάντων προξενοῦν γεννήτριαν.
Πολλὴ χάρις σοι, παντοποιὲ Χριστέ μου,
τῷ δόντι μοι κτήσασθαι τήνδε τὴν βίβλον
εἰς ἐξίλασμα τῶν ἐμῶν ἁμαρτάδων,
εἰς ἐργασίαν σῶν καλῶν προσταγμάτων·
ὧ παράτεινον σὸν ἔλεος, οἰκτῖρμον,
κράζοντι πυκνῶς ἐξ ἐνθέρμου καρδίας
"Ἅγιος, ἅγιος, ἅγιος εἶ, Θεὲ Σαβαώθ,
ὁ ὢν καὶ μένων καὶ τεκτονήσας κόσμον!
Πάτερ, Υἱὲ καὶ τὸ ἅγιον Πνεῦμα,
δόξα σοι, δόξα καὶ σέβας σοι πρέπει!"