Ancient Greek
Poem 37014
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 37014
Not analysed yet
Εἰ ζήσας τέκνον ἔτυχες ὁπόσον ζήσας τύχοις
αὖθις τε πάλιν ἔζησας ἄλλο τοσόνδε φεύγοι
πρός τε τοσοῦδε τῆς ζωῆς ἡμίσει χρόνου τύχῃ
σοὶ προστιθείσης ἥμισυ τοῦ μέσου τῆς ζωῆς σου
ἐν ἑκατὸν ἂν ἔτεσιν ἔπνεις σὺν ᾧδε ζῆσαι.
ἐπεὶ δ’ ἀπέθανες, εἰδὼς λογίζεσθαι ζητείτω
ὁπόσοις ἔτεσιν αὐτὸς ἐνταῦθα πνεύσας ἄρτι
ὑπὸ τῇ γῇ κεκοίμησαι κατὰ τὴν γῆν ἐκπνεύσας.