Ancient Greek · Elegiac couplet
Poem 4509
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 4509
Not analysed yet
Ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ,
ἦ ῥ' ἐτεὸν κεράων οὐδ' ἐλέφαντος ἔης.
Τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτ' οὐ πάρος ἀνέρες ἴδμεν
ἀμφί τε ἀθανάτους ἀμφί τε ἡμιθέους,
εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα
ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων·
αἱ δέ οἱ εἰρομένῳ ἀμφ' ὠγυγίων ἡρώων
Αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.