Ancient Greek · Elegiac couplet
Poem 4546
Byzantine Book Epigrams, Book Epigrams: Epitaphs 4546
Not analysed yet
Τύμβος ὅδ’ ἔστ’, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσῶν
ἱρὴν παρθεσίην ἱερὸς ὢν ἔλαχον·
ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα,
πρίνινον ἐς χρύσεον σχῆμα μεθηρμόσατο
καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος
εὔθετον ὀρχηστὴν τῇδ’ ἀνέπαυσα πόδα. -
"Ὄλβιος, ὡς ἀγαθὴν ἔλαχες στάσιν· ἡ δ’ ἐνὶ χερσὶ
κούριμος ἐκ ποίης ἥδε διδασκαλίης;" -
Εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις,
εἴτε καὶ Ἠλέκτραν· ἀμφότεραι γὰρ ἄκρον.