Ancient Greek
Poem 3144
Byzantine Book Epigrams, Book Epigrams: Liturgy 3144
Not analysed yet
Κἂν δευτέραν εἴληφας ἑν τάξει θέσιν,
ἀλλ' ἡδονὴ πρώτη σοι τῷ μελιρρύτῳ·
τὸ σὸν μελιχρὸν καὶ γλυκύτατον μέλος
ὀστᾶ πιαίνει καρδίας τ' ἐνηδύνει.
Σειρῆνες ᾖδον δευτέρου πάντως μέλη·
οὕτω πράως σοι ῥεῖ μελισταγὲς μέλος.