Ancient Greek
Poem 4931
Byzantine Book Epigrams, Book Epigrams: Liturgy 4931
Not analysed yet
Ἤχων σφραγίς, τέταρτε, σὺ τῶν πλαγίων,
ὡς ἐν σεαυτῷ πᾶν καλὸν μέλος φέρων.
Ἀνευρύνεις σὺ τοὺς κρότους τῶν ᾀσμάτων,
ἤχων κορωνίς, ὡς ὑπάρχων καὶ τέλος·
ὡς ἀκρὸν ἐν φθόγγοις τε καὶ φωνῶν στάσει,
ἀκρόν σε φωνῆς δὶς καλῶ σε καὶ τέλος.