Ancient Greek · Iambic trimeter
Poem 5977
Byzantine Book Epigrams, Book Epigrams: Liturgy 5977
Not analysed yet
Καινοὺς μελισμοὺς προσδέχοιο, Χριστέ μου,
οὓς Σοὶ προσάγω καὶ πανάγνῳ Μητρί σου.
Ὡς ὢν γὰρ Υἱὸς τοῦ Πατρός τε καὶ Λόγος,
σφραγίς, δύναμις καὶ σοφία, βραχίων,
ἔμπνευσον ὀρθόν, εὐπρεπῆ μοι νῦν λόγον
ὑμνεῖν προθύμως εὐμελῶς τὸ Σὸν κράτος,
τὸ πανσθενουργὸν παντεπίσκοπον σέλας
κλέος τε Μητρὸς Σῆς πανάγνου καὶ χάριν
ὑπερφερούσης ἅπασαν κτιστὴν φύσιν,
πιστῶς προσᾴδω Μελέτιος ταυτί Σοι.