Ancient Greek
Poem 6716
Byzantine Book Epigrams, Book Epigrams: Liturgy 6716
Not analysed yet
Παραβολὴν πρώτιστα τοῦ Φαρισαίου,
μεθ’ ἣν ἀσώτου καὶ ψυχῶν μνείαν ὅλων
τὴν δευτέραν τὲ τοῦ λόγου παρουσίαν,
τῆς Τυροφάγου τὰς διφυεῖς ἐννάτας,
μνείαν ἁπάντων τῶν ἐρήμου Πατέρων.
Ἔκπτωσιν Ἀδὰμ τῆς τρυφῆς τοῦ χωρίου,
τὸ θαῦμα τοῦ Τήρωνος, ὀρθοδοξίαν,
Σταυροῦ τὲ προσκύνησιν, κανόνα μέγαν
τὸν Ἀκάθιστον καὶ ταφὴν τοῦ Λαζάρου·
ἔγερσιν αὐτοῦ καὶ νίκης τὰ βαΐα,
πάγκαλον αὖθις καὶ συκῆς ξηρᾶς τύπον,
παραβολῆς ὕψωμα παρθένων δέκα,
δάκρυα πόρνης καὶ πολύτιμον μῦρον,
τὸν μυστικὸν δεῖπνον τὲ νιπτῆρος βάθος,
Χριστοῦ προσευχὴν καὶ προδοσίαν πάλιν,
τὰ φρικτὰ πάθη, τὴν σφαγὴν καὶ τὸ ξύλον,
τὴν Ἀποκαθήλωσιν ἐν τάφῳ θέσιν,
θρῆνον Ἐπιτάφιον, γυναικῶν μῦρα,
χαρᾶς τὸ Πάσχα τὴν Ἀνάστασιν λέγω,
τὴν ψηλάφησιν τοῦ Θωμᾶ, μυροφόρους,
τὸν παράλυτον, Πεντηκοστῆς τὴν μέσην,
τὴν σαμαρείτην, τυφλὸν ὠμματωμένον,
Χριστοῦ τε λῆψιν πόλιν ἀνωτάτην
καὶ Πατέρων ἄθροισμα τῶν ἐν Νικαίᾳ·
τὴν Πεντηκοστὴν καὶ τοῦ Πνεύματος χύσιν,
πληθύν τε Πάντων τῶν Ἁγίων τῶν ἐν βίῳ.