Ancient Greek
Poem 2651
Byzantine Book Epigrams, Book Epigrams: Polemic 2651
Not analysed yet
Οἱ σταυρὸν ἀσπάζοντες, ἐν ᾧ ἐτάθη
σαρκικῶς ὁ ἄναξ τε καὶ Θεὸς πάντων,
μορφῆς δούλου ἀπεικόνισμα τὸ τῆς ἀχράντου
πόρρω ῥίπτοντες ὡς εὐαγὲς οὐ πέλον
Χριστὸν σταυροῦσιν ὡς Ἰουδαίων παῖδες·
ἔλεγχον αὐτοῦ τὸν σταυρὸν κεκτημένοι
λίαν πέλοντες ἀβέλτεροι καὶ πηροί.
Χριστὸς εἰ μὴ πέπονθεν, σταυρὸς κατάρα·
αὐτοῦ παθόντος, σταυρὸς ἡ σωτηρία.
Ὅθεν καὶ τὴν σάρκωσιν ἐπιστοροῦντες
οὐ φύσιν θεότητος -ἄπαγε πόρρω -
ὅσοι πιστοὶ πέλουσιν προσκυνοῦσιν ἐν πόθῳ
σταυρόν, εἰκόνας ὡς ἅγια καὶ θεῖα.
Ὁ γὰρ προσκυνῶν τὴν εἰκόνα προσκυνεῖ
ἐν αὐτῇ τῶν ἐγγραφομένου τὴν ὑπόθεσιν.