Ancient Greek · Iambic trimeter
Poem 3271
Byzantine Book Epigrams, Book Epigrams: Polemic 3271
Not analysed yet
Σίγησον, Ὀρφεῦ· ῥίψον, Ἑρμῆ, τὴν λύραν·
τρίπους ὁ Δελφοῖς, δῦνον εἰς λήθην ἔτι·
Δαυὶδ γὰρ ἡμῖν πνεύματος κρούων λύραν
τρανοῖ τὰ κρυπτὰ τῶν θείων μυστηρίων,
πληθὺν παλαιῶν ἱστορεῖ τεραστίων,
κινεῖ πρὸς ὕμνον τοῦ κτίσαντος τὴν κτίσιν,
σώζων ἅπαντας μυσταγωγεῖ καὶ γράφει,
ἁμαρτανόντας εἰς ἐπιστροφὴν φέρει
πολλοῖς σὺν ἄλλοις, καὶ κριτοῦ δηλῶν κρίσιν
σμήχειν διδάσκει ψυχικὰς ἁμαρτάδας.