Ancient Greek
Poem 32825
Byzantine Book Epigrams, Book Epigrams: Polemic 32825
Not analysed yet
Στίχοι δημώδεις. Λογισμὸς, τῆς Ἑρμογένους τέχνης,
τῶν στάσεων εὑρέσεων τῶν ἰδεῶν μεθόδων.
Ζητήσεις τὲ καὶ λογισμοὶ ταῦτα, τοῦ Ἑρμογένους
ὧν ὑπισχνεῖται μὲν εἰπεῖν ἢ λέγει δ᾽ ἢ οὐ λέγει
ἐν οἷς τινὲς χοιρόφρονες τὸν Τζέτζην αἰτιῶνται
τὸν Ἑρμογένη λέγοντες πάντα καλῶς συγγράψαι
καὶ περὶ ὧν ὑπέσχετο πάντα καλῶς διδάξαι,
Τζέτζην οὐ συνηκέναι δὲ ὡς εἰ ἐγὼ ἐκεῖνοι,
Τζέτζης ἦσαν ἐκεῖνοι δὲ τῷ ἐναντίῳ τρόπῳ.
Καὶ δὴ σκοπεῖτε σύμπαντες τίς χοιριᾷ κιρκαίως,
ὁ Τζέτζης ἢ οἱ βούβαλοι καὶ χοιροκράνου γένους;
Ἐντεῦθεν ἐκ τῶν στάσεων λοιπόν μοι καταρκτέον.