Ancient Greek
Poem 3372
Byzantine Book Epigrams, Book Epigrams: Polemic 3372
Not analysed yet
Ἔπληξεν Εὐνόμιον ἡ σὴ σφοδρότης
καὶ τοὺς ἀπ᾽ αὐτοῦ πάντας οἰκτροὺς δεικνύεις
εἴργεις γὰρ αὐτοὺς δογματίζειν ἀφρόνως
καὶ τοὺς ἀναιδεῖς ψαλμικῶς ἄγχεις γνάθους.