Ancient Greek
Poem 3725
Byzantine Book Epigrams, Book Epigrams: Polemic 3725
Not analysed yet
Λόγους ἀτερπεῖς πολλὰ μοχθήσας γράφεις,
ἀνιστορήτως βάρβαρα πλέξας ἔπη
γωλειά γρώνας οὖσα καὶ τυκίσματα
σὺν Ὀρθάγῃ τὲ κρίμνα καὶ λυκοψία,
μόνον νέοις ἱδρῶτα, μωρὲ Λυκόφρον,
οὐδὲν γὰρ ἄλλο πλὴν κενοὶ λήρων λόγοι.