Ancient Greek
Poem 3932
Byzantine Book Epigrams, Book Epigrams: Polemic 3932
Not analysed yet
Ἡ μουσικὴ μὲν Ὀρφέως πάλαι λύρα,
ἕλληνες ἣν ἔφησαν οἱ μυθογράφοι
ἅπαντα τοῖς κρούμασιν ἕλκειν ἀθρόως,
καὶ θαῦμα πάντων μεῖζον εἶναι θαυμάτων,
τοιοῦτον οὐδὲν ἐτραγῴδησε μέλος,
οἵους ὁ Δαυὶδ ἐξετράνωσε λόγους·
πᾶσαν γὰρ ἐξαίρουσι μοῦσαν ὀργάνων,
σύμφωνον ἐξᾴδουσαν ᾠδὴν ᾀσμάτων.
Παρῆκεν Ὀρφεὺς καὶ σεσίγηκεν λύρα·
θέλγει γὰρ οὔτε δένδρα καὶ ζῷα πλάνα,
Δαυὶδ δὲ νῦν πάρεστι καὶ λαλεῖ ξένα
καὶ τῇ θεοφθόγγῳ τε μέλπει κινύρᾳ,
ἠχεῖ τὰ θεῖα καὶ κροτεῖ παρρησίᾳ,
ἐν γῇ μελῳδεῖ καὶ συνᾴδει τοῖς ἄνω
καὶ κύκλα παμπόνηρα δαιμόνων τρέπει,
παύει δὲ τῇ σύριγγι τῆς εὐρυθμίας
ὡς οἷα δυσκάθεκτα δεινὰ θηρία
ὁρμὰς παθῶν τε καὶ λογισμοὺς ἀστάτων,
ἕλκει βροτῶν γένος καὶ πρὸς ὕμνους τρέπει
καὶ συγχορεύειν ἀγγέλοις ἐπιτρέπει,
καὶ γὰρ σοφίζει καὶ πλατύνει καρδίαν,
καὶ νοῦν καθαίρει καὶ μεταίρει τῶν κάτω,
καὶ ζεῖ τὸ πνεῦμα καὶ καταυγάζει φρένα,
καὶ χειραγωγεῖ πρὸς τρίβους σωτηρίας.