Ancient Greek
Poem 4648
Byzantine Book Epigrams, Book Epigrams: Polemic 4648
Not analysed yet
Πηγὴν ἀληθῶν δογμάτων θεηγόρων
ἐντεῦθεν ἕξεις ἣν ἐπέλθε γνησίως,
καὶ μυστικὴν ἄβυσσον εἰς δὺς τῶν λόγων
ὄψης γαλήνης ἐμπλέων θείας ὅλην·
εἰς ἣν κακούργως εἰσρυεὶς Ἀκυνδίνος,
ὀξυγλυκῆ ?καὶ διχῆ ῥῆξαι δόλῳ
αὐτὴν πρὸς αὐτὴν ἀντεγείρας ἀφρόνως,
αὐτὸς χορείαν εὐσεβῶν ἀπερράγη,
τὸν νοῦν τ’ ἐλαφροῖς, κίνδυνος τελεῖ μέγας.