Ancient Greek
Poem 4774
Byzantine Book Epigrams, Book Epigrams: Polemic 4774
Not analysed yet
Αἴφνης δ' ἀναστὰς ἐκ τόπου πλήρης πότου
ἀνὴρ πελιδνὸς, ἀγέρωχος τὸν τρόπον.
στικτὸς, πολιὸς, ποικίλος χαμαιλέων
ἐπεισπεσεῖται, καὶ θερίσει καλάμην.
πλὴν ἀλλὰ κ' αὐτὸς συνθεριστεὶς τῷ χρόνῳ
ἐσύστερον τίσει ἐναθλίας δίκας, ὦ.
ὧνπερ κακῶς ἔπραξεν ἐν βίῳ τάλας.
ὁ γὰρ φέρων μάχαιραν, οὐ φεύγει ξίφος.
καὶ ταῦτα δρεπανηφόρε, τετράμηνόν σε μένει.