Ancient Greek · Elegiac couplet
Poem 6804
Byzantine Book Epigrams, Book Epigrams: Polemic 6804
Not analysed yet
Ὀργὴ τοῦ Διός ἐστι γυνὴ πυρὸς ἀντιδοθεῖσα
δῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον·
ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει
καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει.
Οὐδ’ ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρην,
πολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπ’ ἀθανάτων
ἠέρι καὶ νεφέλῃσι μετήορον· οἶδεν Ὅμηρος,
καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον.
Οὕτως οὐδέποτ’ ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ,
οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ.