Ancient Greek
Poem 2654
Byzantine Book Epigrams, Book Epigrams: Prayers 2654
Not analysed yet
Δόξα σοι, τρισάκτιστε θεότης μία,
ἀρωγὸς ὁ πέλων μοι και σωτὴρ πάντῃ
πρὸς εὐαγῆ τε καὶ θεῖα ἔργα μόνος·
ὅτι κράτος δέδωκας ἱσχὺν καὶ θάρσος
πρὸς ἐκπλήρωσιν μετάγαγαι τὴν δέλτον
ταύτην με, τὴν πάνδεκτον ἄρα τῶν λόγων.
Ἀλλ' οὖν γε πανκράτιστε, Θεὲ τῶν ὅλων,
δίδου πᾶσι τε τοῖς ἐκ πόθου καρδίας
προερχομένοις ἐν τῇ πυκτῆ γε ταύτη·
ἀναπτύξαντας πάντως λαβεῖν τὴν γνῶσιν
τῶν λεγομένων καὶ προσφόρως ατέχειν
λύσιν ἐπταισμένων τε καὶ βιοῖν θείως,
ἅμα τῷ ταύτην κεκτημένῳ πυρσίως.
Ἐμὲ δέ, παντέφορε παντάναξ σῶτερ,
τὸν ξύστην τούτων τῶν ἐντεῦθεν ῥημάτων
φύλαττε πάσης προσβολῆς ἐναντίων,
τήρησον ἀνέπαφον τῶν ἔξω πάντων
τῷ τῆς ψυχῆς μου τριμερεῖ τῶν ἐν κόσμῳ
καὶ τῶν ἐντεῦθεν ὅταν ἄρῃς θορύβων
ἴθυνον, κατοίκησον πρὸς θεῖαν παῦλαν.