Ancient Greek
Poem 2724
Byzantine Book Epigrams, Book Epigrams: Prayers 2724
Not analysed yet
Εὕρηκε τέρμα τὸ παρόν μοι πυκτίον
καὶ παύλαν οὐχ᾽ εὕρηκε χεὶρ ἡ γραφέως,
μοχθεῖ γὰρ ἀπέραντα φεῦ ἕως πότε,
ἆρα μέχρις οὗ τάφος αὐτὴν δαμάσει·
εἰ τοῦτό σοι δέδοκτο, Χριστέ μου λόγε,
καὶ με προσεκλήρωσας ἐργώδει βίῳ
τοῦ ζῆν ἀφορμὰς ἐκ τῶν χειρῶν μου ἔχειν,
στέργων φέρω πλὴν καρδιακῷ τῷ πόνῳ
ἰσχὺν μόνον μοι τὸ κράτος σου διδότω.