Ancient Greek · Iambic trimeter
Poem 2798
Byzantine Book Epigrams, Book Epigrams: Prayers 2798
Not analysed yet
Σοὶ τῆ τεκούση μητρὶ τὸν Θεὸν λόγον,
Ἣν δὴ προφήτης ὠνόμασέ μοι βίβλον
Γραφεῖσαν ὡς ἀριστα θεία γραφίδι
Καὶ παράδεισον˙ ὡς ξυλον κεκτημένην
Ζωῆς˙ χορηγοῦν πᾶσι τὴν ἀφθαρσίαν
Διδοὺς τροφεῖα Νικόλαος ἐκ πόθου
Λειμῶνα τόν δε ψυχοσώστων ἀνθέων
Ἥδοντα πιστῶν τὰς φρένας κατὰξίαν
Τῶ σῶ ναῶ πάναγνε πίστει πρὸσφέρω
Τοῖς ἐμβόλοις πέλοντι Καραβιτζίου,
Ὂν περ δέχοιο καὶ δίδου χάριν δίδου
ἰλλουστρίω δέσποινα τῶ Νικολάω.