Ancient Greek
Poem 2906
Byzantine Book Epigrams, Book Epigrams: Prayers 2906
Not analysed yet
Τὴν νῆσον οἰκῶν ὡς ἐξαίρετον τάχα
Ἁμαρτιῶν πλήθεσιν ἀναριθμήτοις
Κἄν πλουτοβρύτων θεοπνεύστων λόγων
Κἄν ἀγηοχῶς κεφαλαίων εἰκάδα
Φύλλοις ἐνταῦθα ὡς θησαυρὸν ἐμβάλλω
Ὡσ σἄν ζημίαν τιμῶν ἀπωθουμένων
Ὁ δομέστικος ἄθλιος ρερυπωμένος
Ἀγνωσίας γνώσεως πλουτοποιΐα
Καὶ περὶ ἐμοῦ λέγηται τοῦ ἀχρείου
Ἰλασθητι, Κύριε, τῷ γεγραφότι