Ancient Greek
Poem 2963
Byzantine Book Epigrams, Book Epigrams: Prayers 2963
Not analysed yet
Μνήσθητι, Σῶτερ, δημιουργὲ τῶν ὅλων,
ταῖς τῆς ἀχράντου εὐκτίαις Θεοτόκου,
τοῦ ἐμπόνως γράψαντος Ἀναστασίου
τὴν βίβλον ἥνπερ ταῖν χεροῖν μου νῦν φέρω
καὶ τάξον αὐτὸν ἐν δικαίων τῇ στάσει
πολλῶν παρασχὼν ἀμπλακημάτων λύτρον.