Ancient Greek
Poem 2981
Byzantine Book Epigrams, Book Epigrams: Prayers 2981
Not analysed yet
Ὁ πάντα πληρῶν τῆ κελεύσει σου λόγε
χριστὲ σωτήρ μου ἀρχήν τε καὶ τὸ τέλος˙
καὶ μεσότητα τῆς βίβλου καὶ τὸν χρόνον˙
ἄφεσιν πέμψον τῶν ἐγκλημάτων πάντων˙
μεθοδίω μοναχῶ καὶ πρεσβυτέρω
καθηγουμένου τε τῆς μονῆς τῶν κελληβάρων˙
ἅμα καὶ τῶ γράψαντι ἰλαρίῳ μοναχῶ καὶ πρεσβυτέρω
μονῆς τε τοῦ ἁγίου γεωργίου τοῦ σχυνῶνος˙
διʹ ἐντεύξεως τῆς ἀχράντου μητρός σου˙
σὺν τῶ προδρόμω βαπτιστῆ ἰωάννη
καὶ τῶν πασόφων ἁγίων ἀποστόλων˙
ἱεραρχῶν τε προφητῶν καὶ μαρτύρων
ἀσωμάτων τε καὶ πάντων τῶν ἁγίων˙
ναί, παρακαλῶ τοὺς πάντας ἐν κυρίω
μνῆαν ποιεῖσθαι μεθοδίου μοναχοῦ
τοῦ προρηθέντος τελεσιουργοῦ τῆς ἐντυχούσης βίβλου˙
ἅμα δὲ καὶ τῶ γράψαντι ἵνα λυτρωθῶμεν φλογὸς αἰωνιζούσης
καὶ ἀντιταχθῶμεν ἐν τόπω σεσωσμένων
ὅπου κατοικῆ ἀμνὸς ο τεθυμένος